Ancient Greek · ~2 min
399. Τέττιγες. (C. 389. ex Plat. Phaedro p. 259.)
Aesopus Scr. Fab. et Aesopica, Fables 399. Τέττιγες. (C. 389. ex Plat. Phaedro p. 259.)
Not analysed yet
Λέγεται, ὡς οἱ τέττιγές ποτʼ ἡσαν ἄνθρωποι τῶν πρὶν Μούσας γεγονέναι. Γενομένων δὲ Μουσῶν καὶ φανείσης ᾠδῆς, οὕτως ἄρα τινὲς τῶν τότε ἐξεπλάγησαν ὑφʼ ἡδονῆς, ὥστε δοντες ἠμέλησαν σίτων τε καὶ ποτῶν, καὶ ἔλαθον τελευτήσαντες αὑτούς. Ἐξ ὧν τὸ τεττίγων γένος μετʼ ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβὸν, μηδὲν τροφῆς δεῖσθαι γενόμενον, ἀλλʼ ἄσιτόν τε καὶ ἄποτον εὐθύς ᾄδειν, ἕως ἄν τελευτήσῃ.