Ancient Greek · ~2 min
403. Τbξότης καὶ Δέων. (C. 279 e p.397. . 323. B. 1.)
Aesopus Scr. Fab. et Aesopica, Fables 403. Τbξότης καὶ Δέων. (C. 279 e p.397. . 323. B. 1.)
Not analysed yet
Ἀνῆλθέ τις εἰς ὅρος τοξικῆς ἔμπειρος κυνηγῆσαι· πάντα δὲ τὰ ζῶα τοῦτον θεασάμενα ἔφυγε, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν εἰς μάχην. Ὁ δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλών ἔφη· ,,δέξαι, καὶ ἱδε τὸν ἐμὸν ἄγγελον, οἷός ἐστι, καὶ τότε κἀγὼ ἐπέρχομαί σοι. “Ὁ δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. Ἀλώπεκος δὲ τούτῳ θαῤῥεῖν καὶ μὴ φεύγειν λεγούσης, ὁ λέων ἔφη· ,,ὦ αὕτη, οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ, οὐκ ἂν ὑποίσω. “μῦθος δηλοῖ, μηδαμῶς πλησιάζειν τοὺς πόῥῥωθεν χαλεπὰ πράττοντας.