Ancient Greek · ~1 min
404. Τράγος καὶ Ἄμπελος. (C. 280.)
Aesopus Scr. Fab. et Aesopica, Fables 404. Τράγος καὶ Ἄμπελος. (C. 280.)
Not analysed yet
Τράγος ἐν τῇ ἐκβολῇ τῆς ἀμπέλου τὴν βλάστην ἔτρωγε. Τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος· ,,τί με βλάπτεις; μὴ οὐκ ἔστι χλόη; ὅμως ὅσον σοῦ θυομένου οἴνον χρῇζουσιν, ἐγὼ παρέξω. “Τοὺς ἀχαρίστους καὶ βουλομένους τούς φίλους πλεονεκτεῖν ἐλέγχει ὁ λόγος.