Ancient Greek · ~1 min
406. Ὕαιναι. (C. 282. P. 325.)
Aesopus Scr. Fab. et Aesopica, Fables 406. Ὕαιναι. (C. 282. P. 325.)
Not analysed yet
Τὰς ὑαίνας φασὶ παρʼ ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν, καὶ ποτὲ μὲν ἄῤῥενας γίνεσθαι, ποτὲ δὲ θηλείας. Καὶ δή ποτε ἄρσην ὕαινα θηλείᾳ παρὰ φύσιν διελέχθη· ἡ δὲ ὑποτυχοῦσα ἔφη· ,,ἀλλ, ὡ οὐτος, μὴ ταῦτα πρᾶττε, ὡς ἐγγύς τὰ αὐτὰ πεισόμενος. “Πρὸς ἄρχοντας λογοθετοῦντας τούς ὑπʼ αὐτοὺς, καὶ πάλιν ἐκ τοῦ συμβεβηκότος αὐτοὺς ὑπ’ ἐκείνων λογοθετουμένους.