Ancient Greek · ~1 min
405. Ὓαινα καὶ Ἀλώπηξ. (C. 281. F. 324.)
Aesopus Scr. Fab. et Aesopica, Fables 405. Ὓαινα καὶ Ἀλώπηξ. (C. 281. F. 324.)
Not analysed yet
Τὰς ὑαίνας φασὶ, παρʼ ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι. Καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτὴν, ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται. Κἀκείνη ὑποτυχοῦσα εἶπεν· ,,ἀλλʼ ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, διʼ ἣν ἀγνοῶ, πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσωμαι. “Πρὸς ἄνδρα ἀμφίβολον.