Ancient Greek · ~1 min
41. Ἀλώπηξ καὶ Λέων. (C. 298. F. 210.)
Aesopus Scr. Fab. et Aesopica, Fables 41. Ἀλώπηξ καὶ Λέων. (C. 298. F. 210.)
Not analysed yet
Ἀλώπηξ λέοντι συνῆν ἐν ὑπηρέτου προσχήματι· καὶ ἡ μὲν ἄγρας ἐμήνυεν, ὁ δὲ ἐμπίπτων ἐλάμβανεν. Ἑκατέρῳ τοίνυν πρὸς τὴν ἀξίαν διῃρεῖτο μερίς. Ζηλοτυπήσασα δὲ ἡ ἀλώπηξ τῶν πλεόνων τὸν λέοντα, θηρᾶν ἀντὶ τοῦ μηνύειν ᾑρεῖτο. Καὶ πειρωμένη ποίμνης τι λαβεῖν, κατέστη πρώτη τοῖς θηρῶσιν εἰς θήραμα. Ἄρχεσθαι μᾶλλον ἀσφαλῶς ἄμεινον, ἤ κρατεῖν σφαλερῶς.