Ancient Greek · ~2 min
413. Χαλκεὺς καὶ Κυνάριον. (F. 82. C.284 et p.397.)
Aesopus Scr. Fab. et Aesopica, Fables 413. Χαλκεὺς καὶ Κυνάριον. (F. 82. C.284 et p.397.)
Not analysed yet
Ἦν τις χαλκεὺς κυνάριον ἔχων. Τούτου χαλκεύοντος, τὸ κυνάριον ἐκοιμᾶτο· καὶ οὖ πάλιν ἐσθίοντος, ἐγρηγόρει. Οὗτος ἐπέδῥιψψεν ὀστοῦν ταῦτα λαλῶν· ,,ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ; ὅτε μὲν γὰρ τὸ ἀκμώνιόν μου προσκρούσω, ἐπανακλίνεις σεαυτὸν ἐπὶ κραββάτου· ὅτε δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθύς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις. “Ὁ μῦθος οὗτος τούς ὑπνώδεις καὶ ἀργώδεις καὶ εἰς ἀλλοτρίων πόνους ἀποβλέποντας ἐλέγχει.