Ancient Greek · ~3 min
414. Χειμών καὶ Ἕαρ. (F. 380. C. 422.)
Aesopus Scr. Fab. et Aesopica, Fables 414. Χειμών καὶ Ἕαρ. (F. 380. C. 422.)
Not analysed yet
Χειμών ἔσκωψε εἰς τὸ ἔαρ, καὶ αὐτὸ ὠνείδισεν, ὅτι εὐθύς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδεὶς, ἀλλʼ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἂρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἤ καὶ ῥόδον τι, περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιβὰς νεὼς καὶ διαβαίνων πέλαγος, ἢν τύχῃ, παρʼ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. μἄγώ δʼ“ ἔφη ,,ἂρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανὸν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν, καὶ δεδιέναι καὶ τρέμειν, καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἴκοι ἠνάγκασα. “,,Τοιγαροῦν “ἔφη τὸ ἔαρ ,,σοῦ μὲν καὶ ἀπαλλαγεῖεν ἂν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε ὁνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται.