Ancient Greek · ~2 min
418b. Ἄλλως. (S.225. C. p.398. F. 190.)
Aesopus Scr. Fab. et Aesopica, Fables 418b. Ἄλλως. (S.225. C. p.398. F. 190.)
Not analysed yet
Χελιδὼν ἔν τινι δικαστηρίῳ νεοττοποιησαμένη ἐξέπτη· ὄφις δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοττούς. δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα, ὑπερπαθοῦσα ἔστενεν· ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν βουλομένης, καὶ λεγούσης ,,μόνον ἅρα σοὶ τὰ τέκνα ἀποβαλεῖν συμβέβηκεν; “ὑποτυχοῦσα ἔφη· ,,ἀλλʼ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω, ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι, ἐν ᾧ οἱ ἀδικούμενοι βοηθοῦνται. “Ὁ λόγος δηλοῖ, ὅτι χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραὶ, ὅταν ὑφʼ ὧν ἢκιστα προσεδόκησαν πάσχωσι.