Ancient Greek · ~2 min
423. Ψιττακὸς καὶ Γαλῆ. (F. 197. C. 291 ct p.399.)
Aesopus Scr. Fab. et Aesopica, Fables 423. Ψιττακὸς καὶ Γαλῆ. (F. 197. C. 291 ct p.399.)
Not analysed yet
Ψττακόν τις ἀγοράσας, ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι· ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει. Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ, τίς ἐστι, καὶ πόθεν ἦλθεν· ὁ δὲ εἶπεν· ,,ὁ δεσπότης με νεωστὶ ἐπρίατο. “,,Οὐκοῦν, ἰταμώτατε ζώων,“ ἔφη ,,πρόσφατος ὤν τοσαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλʼ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με. “Ὁ δὲ ἀπεκρίνατο λέγων· ,,οίκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐ γὰρ ὁμοίως δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ καὶ ἐπὶ τῇ σῇ. “Ὁ μῦθος οὐτος πρὸς ἂνδρα φιλόψογον, ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα.