Ancient Greek · ~1 min
424. Ψύλλα. (C.62. F. 230.)
Aesopus Scr. Fab. et Aesopica, Fables 424. Ψύλλα. (C.62. F. 230.)
Not analysed yet
ψύλλα ποτὲ πηδήσασα ἐπὶ πόδα ἀνδρὸς ἐκάθισεν· ὁ δὲ τὸν Ἡρακλῆν ἐπὶ συμμαχίαν ἐκάλει. Τῆς δὲ ἐκεῖθεν αὖθις ἀφαλομένης, στενάξας εἶπεν· ,,ὡ Ἡράκλεις, εἰ ἐπὶ ψύλλῃ οὐ συνεμάχησας, πῶς ἐπὶ μείζοσιν ἀνταγωνισταῖς συνεργήσεις; “Ὁ μῦθος δηλοῖ μὴ δεῖν ἐπὶ τῶν ἐλαχίστων τοῦ θείου δεῖσθαι, ἀλλʼ ἐπὶ τῶν ἀναγκαίων.