Ancient Greek · ~2 min
426. Ψύλλα καὶ Βοῦς. F. 382. C. 424.)
Aesopus Scr. Fab. et Aesopica, Fables 426. Ψύλλα καὶ Βοῦς. F. 382. C. 424.)
Not analysed yet
ψύλλα δήποτε τὸν βοῦν οὕτως ἠρώτα· ,,τί δὴ παθών ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος τυγχάνων, ἐμοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης, καὶ τὸ αἷμα χανδὸν πινούσης; “Καὶ ὅς ,,οὐκ ἄχαρις ἔσομαι “φησὶ ,,μερόπων γένει· στέργομαι γὰρ παρʼ αὐτῶν καὶ φιλοῦμαι ἐκτόπως, τρίβομαί τε συχνῶς μέτωπόν τε καὶ ῶμους. “Ἡ δὲ ,,ἀλλʼ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος μόρος, ὅτε καὶ τύχῃ, συμβαίνει. “Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.