Ancient Greek · ~2 min
425. Ψύλλα καὶ Ἄνθρωπος. (C. 292 e p. 400. F. 196. S. 231.)
Aesopus Scr. Fab. et Aesopica, Fables 425. Ψύλλα καὶ Ἄνθρωπος. (C. 292 e p. 400. F. 196. S. 231.)
Not analysed yet
Ψύλλα ποτέ τινι πολλὰ ἠνώχλει· καὶ δὴ συλλαβών ,,τίς εἶ σύ “ἀνεβόα, ,,ὅτι πάντα μου τὰ μέλη κατεβοσκήσω, εἰκῇ καὶμάτην ἐμὲ καταναλίσκων; “Ἡ δὲ ἐβόα· ,,ὦ οὗτος, σῶζέ με, μὴ κτεῖνε· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιεῖν. “Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· ,,ἄρτι τεθνήξῃ χερσί μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακὸν, εἴτε μικρὸν εἴτε μέγα, οὐδʼ ὅλως πρέπει που φῦναι. “Ὅτι κακῷ οὐ πρέπει ἐλεηθῆναι, κἄν μέγας ᾖ κἂν μικρός.