Ancient Greek · ~2 min
44. Ἀλώπηξ καὶ Πίθηκος. (S.82. C. 29 et p. 295. F. 69.)
Aesopus Scr. Fab. et Aesopica, Fables 44. Ἀλώπηξ καὶ Πίθηκος. (S.82. C. 29 et p. 295. F. 69.)
Not analysed yet
Ἐν συνόδῳ τῶν ἀλόγων ζώων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπʼ αὐτῶν ἐχειροτονήθη· ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ὡς ἐθεάσατο ἔν τινι παγίδι κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ λαβεῖν. Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος, καὶ ὑπὸ τῆς παγίδος συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· ,,ὦ πίθηκε, σὺ δὲ τοιαύτην ψυχὴν ἔχων τῶν ἀλόγων ζώων βασιλεύσεις; “Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες σὺν τῷ δυστυχεῖς εἶναι καὶ γέλωτα ὁφλισκάνουσι.