Ancient Greek · ~5 min
45. Ἀλώπηξ καὶ Τράγος. (S.9. C. 4 et p. 281. F. 4.)
Aesopus Scr. Fab. et Aesopica, Fables 45. Ἀλώπηξ καὶ Τράγος. (S.9. C. 4 et p. 281. F. 4.)
Not analysed yet
Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ, ἐπάναγκες ἔμενε, πρὸς ιὴν ἀνάβασιν ἀμηχανοῦσα· τράγος δὲ δίψῃ συνεχόμενος ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν, ἐπυνθάνετο, εἰ καλὸν εἴη τὸ ὕδωρ· ἡ δὲ, τὴν δυστυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα, ὡς χρηστὸν εἴη, καὶ καταβῆναι αὐτῷ παρῄνει. Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν, καὶ ἅμα τῷ τὴν δίψαν σβέσαι, μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμον. τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν· „εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῷ προσερεῖσαι, ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναβιβάσω. “Τοῦ δὲ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέβη, καὶ ἀπʼ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν, ὡς τὰς ὁμολογίας παραβαίνουσαν, ἐπιστραφεῖσα εἶπεν· ,,ὦ οὗτος, ἀλλʼ εἰ τοσαύτας φρένας εἶχες, ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον δὴ κατεβεβήκεις, πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω. “Οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθʼ οὕτως αὐτοῖς ἐπιχειρεῖν.