Ancient Greek · ~1 min
47. Ἀλώπηξ πρὸς μορμολύκειον. (S.27.)
Aesopus Scr. Fab. et Aesopica, Fables 47. Ἀλώπηξ πρὸς μορμολύκειον. (S.27.)
Not analysed yet
Ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον, καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδῶν προσώπῳ, τοῦτο ἐπάρασα εἶπεν· ,,οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει. “Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον.