Ancient Greek · ~1 min
47b. Ἄλλως. (C. 11 et pp.286. F. 11)
Aesopus Scr. Fab. et Aesopica, Fables 47b. Ἄλλως. (C. 11 et pp.286. F. 11)
Not analysed yet
Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ, καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀνα- λαβοῦσα ταῖς χερσὶν ἔφη· ,,ὦ οἵα κεφαλὴ, καὶ ἐγκέ- φαλον οὐκ ἔχει. “Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώ- ματι, κατὰ δὲ ψυχὴν ἀλογίστους.