Ancient Greek · ~2 min
52. Ἀνὴρ καὶ Γυνή. (S. 96. C.93. P.246.)
Aesopus Scr. Fab. et Aesopica, Fables 52. Ἀνὴρ καὶ Γυνή. (S. 96. C.93. P.246.)
Not analysed yet
Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς κατʼ οἶκον λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο, πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο; Τῆς δὲ εἰπούσης· ,,οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο,“ ἔφη πρὸς αὐτήν· ,,ἀλλʼ ὦ γύναι, εἰ τούτοις ἀπήχθου, οἵ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες; “Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.