Ancient Greek · ~2 min
51. Ἀνὴρ, Ἵππος καὶ Πῶλος. (C.383. F. 343.)
Aesopus Scr. Fab. et Aesopica, Fables 51. Ἀνὴρ, Ἵππος καὶ Πῶλος. (C.383. F. 343.)
Not analysed yet
Ἀνήρ τις ἐπωχεῖτο θηλείᾳ τινὶ ἵππῳ ἐγκύῳ ὑπαρχούσῃ, καὶ ὁδοιποροῦντος αὐτοῦ πῶλον ἡ ἵππος ἀπέτεκεν. Ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος, καὶ ταχέως ἰλιγγιάσας, πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην ἔλεγεν· ,,ἰδοὺ, ὁρᾷς με βραχύτατον καὶ πρὸς πορείαν ἀδύνατον· γίνωσκε τοίνυν, ὡς εἰ ἐνταῦθα ἐγκαταλίπῃς με, αὐθωρὸν διαφθείρομαι. Εἰ δὲ ἐντεῦθεν ἄρῃς με, καὶ ἀπαγάγῃς ἐν τόπῳ, καὶ ἀνατραφῆναι παρασκευάσῃς, οὕτως αὐξυνθεὶς ἐν ὑστέρῳ ἐποχεῖσθαί μοι ποιήσω σε. “Ὁ μῦθος δηλοῖ, ὡς ἐκείνους χρὴ εὐεργετεῖν, ὑφʼ ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιίας ἐλπίζεται.