Ancient Greek · ~2 min
54. Ἀνὴρ καὶ Μοιχός. (B. 116.)
Aesopus Scr. Fab. et Aesopica, Fables 54. Ἀνὴρ καὶ Μοιχός. (B. 116.)
Not analysed yet
Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως· γυνὴ δʼ ἀκούει τοῦδε, κἀξαναστᾶσα θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα λαμπρᾶς σελήνης ἐν φάει καλὸν λίην, τὸν ἄνδρʼ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι, κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω ἐλθοῦσ’ ἐποίει τὴν προθυμίην πλήρη. ἁνὴρ δὲ ταύτης ἐξανίστατʼ ἐξαίφνης, ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω ἀμηχανῶν τε καὐτὸς ἦλθεν εἰς οἶμον· καὶ τῇ συνεύνῳ φησί· ,,μηδὲν ἐκπλήσσου, τὸν παῖδα δʼ ἡμῶν πεῖσον εἰς δόμους εὕδειν. “ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος, ἄμφω θελόντων δρᾶν τι, χἥδʼ ἐρᾳθύμει. Τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου, κακόν ἐστι χαίρειν, ὅταν ἔχῃ τις ἐκτῖσαι.