Ancient Greek · ~2 min
55. Ἀνὴρ κακοπράγμων. (S. 36. C. 16 et p.288. F.32.)
Aesopus Scr. Fab. et Aesopica, Fables 55. Ἀνὴρ κακοπράγμων. (S. 36. C. 16 et p.288. F.32.)
Not analysed yet
Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψεθδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα, καὶ τοῦτο τῷ ίματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ίερὸν, καὶ στὰς ἄντικρυς ἐπηρώτα, πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄπνουν; βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζῶν τὸ στρουθίον ἐπιδεῖξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. Καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακοτεχνίαν εἶπεν· ,,ἀλλʼ ὦ οὗτος, πέπαυσο· ἐν σοὶ γὰρ ἔστι, τοῦτο ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον. “Ὁ λόγος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι.