Ancient Greek · ~1 min
56b. Ἄλλως. (C. 162.)
Aesopus Scr. Fab. et Aesopica, Fables 56b. Ἄλλως. (C. 162.)
Not analysed yet
Ἀνήρ τις, μέσην ἔχων ἥβην, δύο ἔσχεν ἑταίρας, μίαν μὲν γραῦν, τὴν δὲ ἑτέραν νέαν. Τούτῳ ἡ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, ἡ δὲ νέα τὰς πολιάς· ἕως αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἀπάντων. Ὅτι ἐλεεινός ἐστιν ὃς εἰς γυναῖκας ἐμπίπτει.