Ancient Greek · ~2 min
57. Ἀνὴρ πηρός. (S.37. C. 161 e p.351. F. 17.)
Aesopus Scr. Fab. et Aesopica, Fables 57. Ἀνὴρ πηρός. (S.37. C. 161 e p.351. F. 17.)
Not analysed yet
Ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιτιθέμενον εἰς τὰς χεῖρας αὐτῷ ζῶον ἐφαπτόμενος λέγειν, ὁποῖόν τι ἐστι. Καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· ,,οὐκ οἶδα, πότερον λύκου εἴη ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζώου γέννημα· τοῦτο μέντοι σαφῶς ἐπίσταμαι, ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῶον προβάτων ποίμνῃ συνιέναι. Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται.