Ancient Greek · ~2 min
58. Ἀνὴρ φέναξ. (S.28. C. 18 et p. 289. F.36.)
Aesopus Scr. Fab. et Aesopica, Fables 58. Ἀνὴρ φέναξ. (S.28. C. 18 et p. 289. F.36.)
Not analysed yet
Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν· οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι, ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. Κἀκεῖνος ἐξαναστὰς ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· ,,ἀπέχετε τὴν εὐχὴν, ὦ δαίμονες. “Οἰ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι, ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσειν ἀττικὰς χιλίας. Καὶ ὃς περιχαρὴς γενόμενος, δρομαῖος ἧκεν ἐπὶ τὴν ᾐόνα, ἔνθα δὴ λῃσταῖς περιτυχὼν ἀπήχθη, καὶ ὑπʼ αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας. Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.