Ancient Greek · ~1 min
61. Ἄνθρωπος καὶ Ἀλώπηξ. (F. 265. C.163. B. 11.)
Aesopus Scr. Fab. et Aesopica, Fables 61. Ἄνθρωπος καὶ Ἀλώπηξ. (F. 265. C.163. B. 11.)
Not analysed yet
Ἀλώπεκά τις ἐχθρὰν ἔχων, ὡς βλάπτουσαν αὐτὸν κρατήσας, καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεβρεγμένα τῇ οὐρᾷ προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει· ἦν δὲ καιρὸς ἀμητοῦ. δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας. Ὅτι πρᾷον εἶναι χρὴ, καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις τυγχάνει βλάβην γίνεσθαι μεγάλην τοῖς δυσοργήτοις.