Ancient Greek · ~1 min
61b. Ἄλλίως. Γεωργὸς καὶ Ἀλώπηξ. (C. 304. P. 221.)
Aesopus Scr. Fab. et Aesopica, Fables 61b. Ἄλλίως. Γεωργὸς καὶ Ἀλώπηξ. (C. 304. P. 221.)
Not analysed yet
Γεωργῷ πονηρῷ φθόνον ἐνεποίει τὸ τοῦ γείτονος αὐξανόμενον λήϊον, καὶ διαφθείρειν τοὺς ἐκείνου πόνους ἐζήτει. Καὶ θηράσας ἀλώπεκα, προσάψας δαλὸν, πρὸς τὸ τοῦ γείτονος ἀφίησι λήϊον. Ἡ δὲ καθʼ ἧς ἀφεῖτο μὴ παριοῦσα, βουλομένου τοῦ δαίμονος τὸ τοῦ πέμψανττος ἐνέπρησεν λήϊον. Πονηροὶ γείτονες πρῶτοι τῆς ἑτέρων μετέχουσι βλάβης.