Ancient Greek · ~4 min
62. Ἄνθρωπος καὶ Κύων. (C. 129 et p.331 sq. F.22. B. 42.)
Aesopus Scr. Fab. et Aesopica, Fables 62. Ἄνθρωπος καὶ Κύων. (C. 129 et p.331 sq. F.22. B. 42.)
Not analysed yet
Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινα τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· ,,ὠ φίλε, δεῦρο συνδείπνησόν μοι. “Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· ,,βαβαὶ, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ, καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. “Ταῦτα καθʼ ἑαυτὸν λέγοντος τοῦ κυνὸς, καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαβῥοῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχών τὰ σκέλη αὐτοῦ, ἔῤῥιψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθʼ ὁδὸν αὐτῷ συναντώντων, ἐπηρώτα· ,,πῶς ἐδείπνησας, φίλος; “Ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· ,,ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον, οὐδὲ τὴν ὁδὸν αὐτὴν, ὅθεν ἐξῆλθον, οἶδα. “Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ θαῤῥεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.