Ancient Greek · ~2 min
63b. Ἄλλως. (C. 219.)
Aesopus Scr. Fab. et Aesopica, Fables 63b. Ἄλλως. (C. 219.)
Not analysed yet
Εἰς ἔριν ἀλλήλοις ἀνήρ τε καὶ λέων προῆλθον· καὶ ὁ μὲν ἀνὴρ τὸ τῶν ἀνθρώπων κρεῖττον ἀπέφηνε γένος, ὁ δὲ τοῖς λέουσιν ἐδίδου τὸ πλέον. Ἁμιλλωμένων δὲ περὶ τοῦ κρείττονος, πίστιν ὁ ἀνὴρ ἐξ εἰκόνος ἐλάμβανεν, ἐν ᾗ λέων ἐγέγλυπτο ἐξ ἀνδρὸς ἁλισκόμενος. Καὶ πρὸς ἐκεῖνον ὁ λέων· ,,εἰ καὶ παρʼ ἡμῖν ἦσαν οἱ γλύ- φοντες, πλείους ἂν εἶδες ἑαλωκότας ἐκ λεόντων ἀν- θρώπους ἢ παρʼ ἀνθρώπων λέοντας. “Ὁ τοῖς ἴσοις δικαίως χρώμενος οὐκ ἀπορήσει τῆς νίκης.