Ancient Greek · ~3 min
64. Ἄνθρωπος καὶ Σάτυρος. (S. 35. C. 126. F. 26.)
Aesopus Scr. Fab. et Aesopica, Fables 64. Ἄνθρωπος καὶ Σάτυρος. (S. 35. C. 126. F. 26.)
Not analysed yet
Ἄνθρωπόν ποτε λέγεται πρὸς Σάτυρον φιλίαν σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύ- χους γενομένου ὁ ἄνθρωπος τὰς χεῖρας τῷ στόματι ἐπέ- πνει. Τοῦ δὲ Σατύρου τὴν αἰτίαν ἐρομένου, διʼ ἣν τοῦτο πράττει, ἔλεγεν, ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα· πυνθανομένου δὲ πάλιν τοῦ Σατύρου, τί τοῦτο ποιεῖ; ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς. “Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.