Ancient Greek · ~1 min
65b. Ἄλλως. Τέττιξ καὶ ἀνήρ. (C. 385.)
Aesopus Scr. Fab. et Aesopica, Fables 65b. Ἄλλως. Τέττιξ καὶ ἀνήρ. (C. 385.)
Not analysed yet
Τέττιξ, ἄνδρα τινὰ θεασάμενος κατασχεῖν αὐτὸν μηχανώμενον, ἔφη πρὸς αὐτόν· „ἐκείνοις τοῖς ὀρνέοις ἐπέρχου, παρʼ ὧν σοι καὶ ὄφελός τι προσγενήσεται· ἐμὲ γὰρ εἰ κατάσχῃς, οὐδὲν ἐξ ἐμοῦ τὸ παράπαν κερδανεῖς. “Ὁ μῦθος δηλοῖ, ὡς οὐ χρή τινα τῶν ἀχρήστων καὶ ἀνονήτων ἐφίεσθαι.