Ancient Greek · ~1 min
65. Ἄνθρωπος καὶ Τέττιξ. (C. 344. F. 411.)
Aesopus Scr. Fab. et Aesopica, Fables 65. Ἄνθρωπος καὶ Τέττιξ. (C. 344. F. 411.)
Not analysed yet
Ἀνήρ τις, ἀκρίδας συλλέγων καὶ ἀποκτιννὺς, εἷλε καὶ τέττιγα. Ἐπεὶ δὲ κἀκεῖνον ἠβούλετο κτεῖναι, φησὶν ὁ τέττιξ· ,,ἄνθρωπε, μή με μάτην ἀνέλῃς· ἐγὼ γὰρ οὔτε στάχυν βλάπτω, οὔτʼ ἄλλο τι τῶν ἀπάντων σε ἀδικῶ· τῇ κινήσει δὲ τῶν ἐν ἐμοὶ ὑμένων ἡδὺ φθέγγομεαι, τέρπων τοὺς ὁδοιπόρους· φωνῆς οὖν παρʼ ἐμοὶ πλέον οὐδὲν εὑρήσεις. “Κἀκεῖνος, ταῦτα ἀκούσας, ἀφῆκεν ἀπιέναι.