Ancient Greek · ~3 min
67. Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών. (S. 71. C. 26. P. 295.)
Aesopus Scr. Fab. et Aesopica, Fables 67. Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών. (S. 71. C. 26. P. 295.)
Not analysed yet
Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν· Οὐκ οἶδα τίς γένωμαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκβέβλημαι τῶν φρενῶν, καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία. Ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; Ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ· ἀγαπᾷ μὲν τὸν χρυσὸν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. Ὤ τύχης διδούσης καὶ μὴ λαμβάνεσθαι συγχωρούσης. ὤ θησαυρὸς ἡδονὴν μὴ ἔχων. ὤ χάρις δαίμονος ἄχαρις γενομένη. Τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανὴν; ἂπειμι τοὺς οἰκέτας δεῦρο κομίσων, λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ· κἀγὼ πόῤῥω ἔσομαι θεατής. Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον, μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.