Ancient Greek · ~1 min
68. Ἄραψ καὶ Κάμηλος. (B.8.)
Aesopus Scr. Fab. et Aesopica, Fables 68. Ἄραψ καὶ Κάμηλος. (B.8.)
Not analysed yet
Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα, πότερʼ ἀναβαίνειν μᾶλλον ἢ κάτω βαίνειν αἱροῖτο. χὡ κάμηλος, οὐκ ἄτερ μούσης, εἶφ’. „ἡ γὰρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη; “Ὁ λόγος εὔθετος πρὸς ἄνδρας διεστραμμένους τῆς εὐθείας ὁδοῦ ἐκκλίνοντας.