Ancient Greek · ~1 min
69. Ἄρκτος καὶ Ἀλώπηξ. (C. 165. F. 25. B. 14.)
Aesopus Scr. Fab. et Aesopica, Fables 69. Ἄρκτος καὶ Ἀλώπηξ. (C. 165. F. 25. B. 14.)
Not analysed yet
Ἄρκτος τίς ποτε μεγάλως ἐκαυχᾶτο, ὡς φιλανθρωπότατον πάντων ἐστὶ τῶν ζώων· φασὶ γὰρ ἄρκτον νεκρὸν μηδὲν βιβρώσκειν. Ἡ δὲ ἀλώπηξ ἀκούουσα ταῦτα ἐμειδίασε, καὶ πρὸς αὐτὴν ἀντέφη· „εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ τοὺς ζῶντας. “Ὁ μῦθος τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας ἐλέγχει.