Ancient Greek · ~2 min
71. Ἀσπτάλαξ. (C.51.)
Aesopus Scr. Fab. et Aesopica, Fables 71. Ἀσπτάλαξ. (C.51.)
Not analysed yet
Ὁ ἀσπάλαξ τυφλὸν ζῶόν ἐστι. Φησὶν οὖν ποτε τῇ μητρί· ,,συκαμινέαν, μῆτερ, ὁρῶ. “Εἶτα αὖθίς φησι· „λιβάνου ὀσμῆς πεπλήρωμαι. “Κἀκ τρίτου πάλιν „χαλκῆς“ φησὶ „ψηφῖδος κτύπον ἀκούω. δὲ μήτηρ ὑπολαβούσα εἶπεν· ,,ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. Ὁ μῦθος δηλοῖ, ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.