Ancient Greek · ~1 min
71b. Ἀλλως. Σπάλαξ καὶ Μήτηρ. (S. 210. C. 307. F. 177.)
Aesopus Scr. Fab. et Aesopica, Fables 71b. Ἀλλως. Σπάλαξ καὶ Μήτηρ. (S. 210. C. 307. F. 177.)
Not analysed yet
Σπάλαξ (ἔστι δὲ τοῦτο τὸ ζῶον τυφλὸν) λέγει τῇ μητρὶ αὐτοῦ, ὅτι βλέπω· κἀκείνη πειράζουσα αὐτὸν χόνδρον λιβανωτοῦ δοῦσα αὐτῷ ἐπηρώτα, τί τοῦτο εἴη. Τοῦ δὲ εἰπόντος ψηφῖδα, ἡ μήτηρ εἶπεν· ,,ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀπώλεσας. “Οὕτως ἔνιοι τῶν ἀλαζόνων, μέχρις οὗ τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.