Ancient Greek · ~2 min
75. Βάτραχοι. (S.69. C.84.F.238.)
Aesopus Scr. Fab. et Aesopica, Fables 75. Βάτραχοι. (S.69. C.84.F.238.)
Not analysed yet
Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίαζον· ἐνέμοντο δὲ ὁ μὲν βαθεῖαν καὶ τῆς ὁδοῦ πόῤῥω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταβῆναι πρὸς αὐτὸν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης ἀπολαύῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων, δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας· ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν ὀλέσαι αὐτόν. Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι, πρὶν ἢ ἐπὶ τὰ καλλίονα τραπέσθαι.