Ancient Greek · ~1 min
74. Βάτραχοι. (C. 19. F. 38. S. 43.)
Aesopus Scr. Fab. et Aesopica, Fables 74. Βάτραχοι. (C. 19. F. 38. S. 43.)
Not analysed yet
Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο· θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· ,,συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ. “Ὁ δὲ ὑπολαβών εἶπεν· „ἂν οὖν καὶ τὸ ἐνθάθε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα; “Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.