Ancient Greek · ~1 min
77b. Ἄλλως. (C. 350.)
Aesopus Scr. Fab. et Aesopica, Fables 77b. Ἄλλως. (C. 350.)
Not analysed yet
Γάμοι τοῦ Ἡλίου θέρους ἐγίνοντο· πάντα δὲ τὰ ζῶα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ βάτραχοι. Εἷς δὲ τούτων εἶπεν· ,,ὦ μῶροι, εἰς τί ἀγάλλεσθε; εἰ γὰρ μόνος ὤν ὁ Ἥλιος πᾶσαν ὕλην ἀποξηραίνει, ἐὰν γήμας ὅμοιον αὐτῷ γεννήσῃ, τί οὐ πάθωμεν κακῶν; “