Ancient Greek · ~1 min
78. Βάτραχος ἰατρός. (F. 154. C. p. 401.)
Aesopus Scr. Fab. et Aesopica, Fables 78. Βάτραχος ἰατρός. (F. 154. C. p. 401.)
Not analysed yet
Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ, καὶ τοῖς ζώοις πᾶσιν ἀναβοήσαντος, ,,ἔγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων,“ ἀλώπηξ ἀκούσασα ἔφη· ,,πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων; “Ὁ μῦθος δηλοῖ, ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται;