Ancient Greek · ~1 min
78b. Ἄλλως. Σκώληξ καὶ Ἀλώπηξ. (C. 135. B. 120.)
Aesopus Scr. Fab. et Aesopica, Fables 78b. Ἄλλως. Σκώληξ καὶ Ἀλώπηξ. (C. 135. B. 120.)
Not analysed yet
Ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ, εἰς γῆν ἐξελθὼν, ἔλεγε πᾶσι τοῖς ζώοις· ,,ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρὸς Παιών. “Καὶ ,,πῶς“ εἶπεν ἀλώπηξ ,,ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω; “Ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.