Ancient Greek · ~2 min
83. Βουκόλος. (S. 49. C. 131 e p. 333. F.41. B.23.)
Aesopus Scr. Fab. et Aesopica, Fables 83. Βουκόλος. (S. 49. C. 131 e p. 333. F.41. B.23.)
Not analysed yet
Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον· περιελθών δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διὶ, ἐὰν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. Ἐλθών δὲ εἴς τινα δρυμῶνα, καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μό- σχον, περίφοβος γενόμενος, ἐπάρας εἰς τὸν οὐρανὸν τὰς χεῖρας εἶπε· δέσποτα λεῦ, πάλαι μέν σοι ηὐξάμην ἔρι- φον θῦσαι, ἐὰν τὸν κλέπτην εὕρω· νῦν δὲ ταῦρον θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω. “Οὗτος ὁ λόγος λεχθείη ἂν κατʼ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.