Ancient Greek · ~2 min
84. Βοῦς καὶ Φρῦνος. (F. 378. C. p.273. B.28.)
Aesopus Scr. Fab. et Aesopica, Fables 84. Βοῦς καὶ Φρῦνος. (F. 378. C. p.273. B.28.)
Not analysed yet
Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων· ἐλθοῦσα δʼ αὐτόσʼ (οὐ παρῆν γὰρ) ἡ μήτηρ παρὰ τῶν ἀδελφῶν, ποῦ ποτʼ ἦν, ἐπεζήτει. ,,τέθνηκε, μῆτερ· ἄρτι γὰρ πρὸ τῆς ὥρης ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὐ κεῖται χηλῇ μαλαχθείς. “ἡ δὲ φρῦνος ἠρώτα, φυσῶσʼ ἑαυτὴν, εἰ τοιοῦτον ἦν ὄγκῳ τὸ ζῶον. οἱ δὲ μητρὶ ,,παῦε, μὴ πρίου· θᾶσσον σεαυτὴν· “εἶπον ,,ἐκ μέσου ῥήξεις, ἢ τὴν ἐκείνου ποιότητα μιμήσῃ. “Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι.