Ancient Greek · ~2 min
85. Βωταλὶς καὶ Νυκτερίς. (S. 48. C. 77.F.235.)
Aesopus Scr. Fab. et Aesopica, Fables 85. Βωταλὶς καὶ Νυκτερίς. (S. 48. C. 77.F.235.)
Not analysed yet
Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε· νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο αὐτῆς τὴν αἰτίαν, διʼ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης, ὡς οὐ μάτην τοῦτο πράττει· ,,ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθην, διὸ ἀπʼ ἐκείνου ἐσωφρονίσθην· ἡ νυκτερὶς εἶπεν· ,ἀλλ’ οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι. “λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκε.