Ancient Greek · ~3 min
88. Γαλῆ καὶ Ἀφροδίτη. (S. 50. C. 169 cl p. 356. F. 48. B. 32.)
Aesopus Scr. Fab. et Aesopica, Fables 88. Γαλῆ καὶ Ἀφροδίτη. (S. 50. C. 169 cl p. 356. F. 48. B. 32.)
Not analysed yet
Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ· καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον κατήλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν· ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων, ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε, καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς ἀγανακτήσασα κατʼ αὐτῆς, πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν. Οὕτως καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροὶ κατὰ πάντα, κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταλλάσσουσι.