Ancient Greek · ~2 min
89. Γαλῆ συλληφθεῖσα. (F. 355. C. p.265. B.27.)
Aesopus Scr. Fab. et Aesopica, Fables 89. Γαλῆ συλληφθεῖσα. (F. 355. C. p.265. B.27.)
Not analysed yet
Γάλην δόλῳ τις συλλαβών τε καὶ δήσας ἔπνιγε βάλλων ὑδάτων συναγκείᾳ. τῆς δʼ αὖ λεγούσης ,,ὡς κακὴν χάριν τίνεις ὧν σʼ ὠφέλουν, θηρῶσα μῦς τε καὶ σαύρας, ,,ἐπιμαρτυρῶ σοι“ φησίν· ,,ἀλλὰ καὶ πάσας ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους, κρεῶν (δʼ) ἀνέῳγες ἄγγος, ὥστε τεθνήξῃ, βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ’ ἡμᾶς. “Πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας δὲ τὰ μεγάλα, εὔκαιρός ἐστιν ὁ λόγος.