Ancient Greek · ~2 min
90b. Ἄλλως. (C. 20.)
Aesopus Scr. Fab. et Aesopica, Fables 90b. Ἄλλως. (C. 20.)
Not analysed yet
Γέρων ποτὲ ξύλα τεμών ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐβάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα, καὶ τὸν Θάνατον ἐλ- θεῖν ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος, καὶ τὴν αἰτίαν πυνθανομένου, διʼ ἥν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· ,,ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι. “Ὁ μῦθος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος, φιλόζωος ὢν, κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται.