Ancient Greek · ~3 min
91. Γεωργὸς δίκελλαν ἀπολέσας. (B.2.)
Aesopus Scr. Fab. et Aesopica, Fables 91. Γεωργὸς δίκελλαν ἀπολέσας. (B.2.)
Not analysed yet
Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων καὶ τὴν δίκελλαν ἀπολέσας ἀνεζήτει, μὴ τῶν παρόντων τήνδʼ ἔκλεψεν ἄγροικος. ἠρνεῖθ’ ἕκαστος· οὐκ ἔχων δʼ ὃ ποιήσει, εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων· τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις ἀγροὺς κατοικεῖν, τοὺς δʼ ἐσωτέρω τείχους εἶναί τʼ ἀληθεῖς καὶ τὰ πάντʼ ἐποπτεύειν. ὡς δʼ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης τοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας, κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν μήνυτρα σύλων, ὧν ὁ θεὸς ἐσυλήθη. ὁ δὲ τοῦτʼ ἀκούσας εἶπεν· ,,ὡς μάτην ἥκω. κλέπτας γὰρ ἄλλους πῶς θεός γʼ ἂν εἰδείη, ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει, ζητεῖ δὲ μισθοῦ, μή τις οἶδεν ἀνθρώπων; “Ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμένοις ὧν οὐκ εἰσὶ δεσπόται.