Ancient Greek · ~2 min
93. Γωργὸς καὶ Γέρανοι. (B.26.)
Aesopus Scr. Fab. et Aesopica, Fables 93. Γωργὸς καὶ Γέρανοι. (B.26.)
Not analysed yet
Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην, ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ. ὁ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων, ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων. αἱ δʼ ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας, κατεφρόνησαν λοιπὸν, ὥστε μὴ φεύγειν, ἕως ἐκεῖνος οὐκέθʼ, ὡς πρὶν εἰώθει, λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους. αἱ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις ,,φεύγωμεν “ἐκραύγαζον ,,εἰς τὰς Πυγμαίων· ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς ἔοικεν· ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν. “Παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων παραινέσεσι πταίοντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ ποτε πειραθεῖεν ὀδύναις.