Ancient Greek · ~2 min
92. Γεωργὸς καὶ Ἀετός. (C. 307. F. 418.)
Aesopus Scr. Fab. et Aesopica, Fables 92. Γεωργὸς καὶ Ἀετός. (C. 307. F. 418.)
Not analysed yet
Γεωργὸς ἀετὸν εὑρὼν ἀγρευόμενον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. Ὁ δὲ οὐκ ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλʼ ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδὼν, προσπετάσας τοῖς ποσὶν ἦρε τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάκελον. Ὁ δὲ ἐξαναστὰς ἐδίωκε· τοῦτον δὲ ὁ ἀετὸς ἔῤῥιψε. Καὶ ἀναλαβόμενος αὐτὸν καὶ ὑποστρέψας, εὗρε τὸ τεῖχος συμπεπτωκὸς, ἔνθα ἐκάθητο, καὶ τὴν ἀμοιβὴν ἐθαυμάσατο. Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἀντευεργετεῖν χρή.